Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.50 Joseph. AJ 9.55 (English) >>Joseph. AJ 9.58

9.53φήσαντος δέ τινος τῶν παρόντων ψευδοδοξεῖν αὐτόν, μηδὲ ὑπονοεῖν αὐτὸν ὡς πρὸς τὸν ἐχθρὸν αὐτοῦ κατειρηκότας τὴν ἔκπεμψιν τῶν ἀναιρησόντων αὐτούς, ἀλλὰ γινώσκειν ὅτι Ἐλισσαῖός ἐστιν προφήτης πάντα μηνύων αὐτῷ καὶ φανερὰ ποιῶν τὰ ὑπʼ αὐτοῦ βουλευόμενα, προσέταξε πέμψας μαθεῖν ἐν τίνι πόλει τυγχάνει διατρίβων Ἐλισσαῖος. 9.54οἱ δὲ πεμφθέντες ἧκον ἀγγέλλοντες αὐτὸν ἐν Δωθαεὶν ὑπάρχοντα. πέμπει τοιγαροῦν Ἄδερ ἐπὶ τὴν πόλιν δύναμιν πολλὴν ἱππέων καὶ ἁρμάτων, ὅπως τὸν Ἐλισσαῖον λάβωσιν. οἱ δὲ νυκτὸς κύκλῳ τὴν πόλιν πᾶσαν περιλαβόντες εἶχον ἐν φρουρᾷ. ἅμα δὲ ἕῳ τοῦτο μαθὼν τοῦ προφήτου διάκονος καὶ ὅτι ζητοῦσιν οἱ πολέμιοι λαβεῖν Ἐλισσαῖον ἐδήλωσεν αὐτῷ μετὰ βοῆς καὶ ταραχῆς δραμὼν πρὸς αὐτόν. 9.55 δὲ τὸν θεράποντα μὴ δεδιέναι παρεθάρρυνε καὶ τὸν θεόν, συμμάχῳ καταφρονῶν ἀδεὴς ἦν, παρεκάλει τῷ διακόνῳ πρὸς τὸ λαβεῖν αὐτὸν εὔελπι θάρσος ἐμφανίσαι τὴν αὑτοῦ δύναμιν καὶ παρουσίαν, ὡς δυνατόν. δὲ θεὸς ἐπήκοος τῶν εὐχῶν τοῦ προφήτου γενόμενος πλῆθος ἁρμάτων καὶ ἵππων τῷ θεράποντι περὶ τὸν Ἐλισσαῖον κεκυκλωμένον θεάσασθαι παρέσχεν, ὡς αὐτὸν ἀφιέναι μὲν τὸ δέος, ἀναθαρσῆσαι δὲ πρὸς τὴν ὄψιν τῆς νομιζομένης συμμαχίας. 9.56Ἐλισσαῖος δὲ μετὰ ταῦτα καὶ τὰς τῶν πολεμίων ὄψεις ἀμαυρῶσαι τὸν θεὸν παρεκάλει ἀχλὺν αὐταῖς ἐπιβαλόντα ἀφʼ ἧς ἀγνοήσειν αὐτὸν ἔμελλον. γενομένου δὲ καὶ τούτου προελθὼν εἰς μέσους τοὺς ἐχθροὺς ἐπηρώτησε, τίνα ἐπιζητοῦντες ἦλθον· τῶν δὲ τὸν προφήτην Ἐλισσαῖον εἰπόντων παραδώσειν ὑπέσχετο, εἰ πρὸς τὴν πόλιν ἐν τυγχάνει ὢν ἀκολουθήσειαν αὐτῷ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.50 Joseph. AJ 9.55 (English) >>Joseph. AJ 9.58

Powered by PhiloLogic